Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.54 Joseph. AJ 6.59 (English) >>Joseph. AJ 6.62

6.57τὸν θεὸν ἴσθι μετὰ σοῦ τυγχάνοντα, ἄσπασαί τε τὸν πατέρα σου καὶ τοὺς συγγενεῖς. ἥξεις δὲ μετάπεμπτος εἰς Γάλγαλα ὑπʼ ἐμοῦ, ἵνα χαριστήρια τούτων θύσωμεν τῷ θεῷ.” φράσας ταῦτα καὶ προειπὼν ἀποπέμπει τὸν νεανίσκον· τῷ Σαούλῳ δὲ πάντα κατὰ τὴν Σαμουήλου προφητείαν ἀπήντησεν. 6.58

Ὡς δὲ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ συγγενοῦς αὐτοῦ Ἀβηνάρου, καὶ γὰρ ἐκεῖνον τῶν ἄλλων οἰκείων μᾶλλον ἔστεργεν, ἀνερωτῶντος περὶ τῆς ἀποδημίας καὶ τῶν κατʼ αὐτὸν γεγονότων τῶν μὲν ἄλλων οὐδὲν ἀπεκρύψατο οὐδʼ ὡς ἀφίκοιτο παρὰ Σαμουῆλον τὸν προφήτην οὐδʼ ὡς ἐκεῖνος αὐτῷ σεσῶσθαι τὰς ὄνους ἔφρασε, περὶ δὲ τῆς βασιλείας καὶ τῶν κατʼ αὐτὴν, 6.59 φθόνον ἀκουόμενα καὶ ἀπιστίαν ἔχειν ᾤετο, σιωπᾷ πρὸς αὐτὸν καὶ οὐδὲ πρὸς εὔνουν σφόδρα δοκοῦντα εἶναι καὶ περισσότερον τῶν ἀφʼ αἵματος ὑπʼ αὐτοῦ στεργόμενον ἀσφαλὲς σῶφρον ἔδοξε μηνύειν λογισάμενος οἶμαι τὴν ἀνθρωπίνην φύσιν οἵα ταῖς ἀληθείαις ἐστίν, ὅτι βεβαίως οὐδεὶς οὔτε φίλων οὔτε συγγενῶν οὐδʼ ἄχρι τῶν παρὰ τοῦ θεοῦ λαμπρῶν ἀποσώζει τὴν διάθεσιν, ἀλλὰ πρὸς τὰς ὑπεροχὰς κακοήθεις τυγχάνουσιν ἤδη καὶ βάσκανοι. 6.60

Σαμουῆλος δὲ καλεῖ τὸν λαὸν εἰς Μασφὰ πόλιν καὶ πρὸς αὐτὸν διατίθεται λόγους, οὓς κατʼ ἐντολὴν φράζειν ἔλεγε τοῦ θεοῦ, ὅτι τὴν ἐλευθερίαν αὐτοῖς ἐκείνου παρασχόντος καὶ τοὺς πολεμίους δουλώσαντος ἀμνημονήσειαν τῶν εὐεργεσιῶν, καὶ τὸν μὲν θεὸν ἀποχειροτονοῦσι τῆς βασιλείας οὐκ εἰδότες ὡς συμφορώτατον ὑπὸ τοῦ πάντων ἀρίστου προστατεῖσθαι,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.54 Joseph. AJ 6.59 (English) >>Joseph. AJ 6.62

Powered by PhiloLogic